Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 24.48 | Dem. 24.52 (English) | >>Dem. 24.54 |
24.50ἔστι μὲν ἔργον , ὦ ἄνδρες δικασταί , εἰ περὶ πάντων τῶν νόμων οἷς οὗτος ἐναντίον εἰσενήνοχεν ἐροῦμεν · ἄξιον δʼ , εἰ περί του καὶ ἄλλου , καὶ περὶ τοῦδʼ ὃν νῦν ἀνέγνω διελθεῖν . ὁ γὰρ τὸν νόμον τοῦτον , ὦ ἄνδρες Ἀθηναῖοι , θεὶς ᾔδει τὴν φιλανθρωπίαν καὶ τὴν πραότητα τὴν ὑμετέραν , καὶ διὰ ταύτην ἑώρα περὶ πολλῶν ὑμᾶς ἑκόντας ἤδη ποτὲ μεγάλα ζημιωθέντας .
24.52βουλόμενος δὴ μηδεμίαν πρόφασιν τοῦ τὰ κοινὰ κακῶς ἔχειν ὑπολιπεῖν , τοὺς μετὰ τῶν νόμων κρίσει καὶ δικαστηρίῳ μὴ δίκαια ποιεῖν ἐγνωσμένους οὐκ ᾤετο δεῖν τῆς εὐηθείας τῆς ὑμετέρας ἀπολαύειν , τὸ δεῖσθαι καὶ μετὰ συμφορᾶς ἱκετεύειν ἔχοντας ἀφορμήν , ἀλλʼ ὅλως ἀπεῖπεν μήτʼ αὐτῷ μήτʼ ἄλλῳ μηδενὶ μήθʼ ἱκετεύειν μήτε λέγειν ὑπὲρ τῶν τοιούτων , ἀλλὰ ποιεῖν τὰ δίκαια σιγῇ .
Νόμος
ἐὰν δέ τις ἱκετεύῃ ἐν τῇ βουλῇ ἢ ἐν τῷ δήμῳ περὶ ὧν δικαστήριον ἢ ἡ βουλὴ ἢ ὁ δῆμος κατέγνω ,ἐὰν μὲν αὐτὸς ὁ ὀφλὼν ἱκετεύῃ πρὶν ἐκτεῖσαι ,ἔνδειξιν εἶναι αὐτοῦ ,καθάπερ ἐάν τις ὀφείλων τῷ δημοσίῳ ἡλιάζηται ·ἐὰν δʼ ἄλλος ὑπὲρ τοῦ ὠφληκότος ἱκετεύῃ πρὶν ἐκτεῖσαι ,δημοσία ἔστω αὐτοῦ ἡ οὐσία ἅπασα .ἐὰν δέ τις τῶν προέδρων δῷ τινι τὴν ἐπιχειροτονίαν ,ἢ αὐτῷ τῷ ὠφληκότι ἢ ἄλλῳ ὑπὲρ ἐκείνου ,πρὶν ἐκτεῖσαι ,ἄτιμος ἔστω .
24.51
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 24.48 | Dem. 24.52 (English) | >>Dem. 24.54 |